Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 45.65 Dem. 45.68 (English) >>Dem. 45.71

45.67καὶ μήν, ἄνδρες Ἀθηναῖοι, μᾶλλον ἄξιον ὀργίλως ἔχειν τοῖς μετʼ εὐπορίας πονηροῖς τοῖς μετʼ ἐνδείας. τοῖς μὲν γὰρ τῆς χρείας ἀνάγκη φέρει τινὰ συγγνώμην παρὰ τοῖς ἀνθρωπίνως λογιζομένοις· οἱ δʼ ἐκ περιουσίας, ὥσπερ οὗτος, πονηροὶ οὐδεμίαν πρόφασιν δικαίαν ἔχοιεν ἂν εἰπεῖν, ἀλλʼ αἰσχροκερδίᾳ καὶ πλεονεξίᾳ καὶ ὕβρει καὶ τῷ τὰς αὑτῶν συστάσεις κυριωτέρας τῶν νόμων ἀξιοῦν εἶναι ταῦτα φανήσονται πράττοντες. ὑμῖν δʼ οὐδὲν τούτων συμφέρει, ἀλλὰ τὸν ἀσθενῆ παρὰ τοῦ πλουσίου δίκην, ἂν ἀδικῆται, δύνασθαι λαβεῖν. ἔσται δὲ τοῦτο, ἐὰν κολάζητε τοὺς φανερῶς οὕτως ἐξ εὐπορίας πονηρούς.

45.68οὐ τοίνυν οὐδʼ πέπλασται οὗτος καὶ βαδίζει παρὰ τοὺς τοίχους ἐσκυθρωπακώς, σωφροσύνης ἄν τις ἡγήσαιτʼ εἰκότως εἶναι σημεῖα, ἀλλὰ μισανθρωπίας. ἐγὼ γάρ, ὅστις αὐτῷ μηδενὸς συμβεβηκότος δεινοῦ, μηδὲ τῶν ἀναγκαίων σπανίζων, ἐν ταύτῃ τῇ σχέσει διάγει τὸν βίον, τοῦτον ἡγοῦμαι συνεορακέναι καὶ λελογίσθαι παρʼ αὑτῷ, ὅτι τοῖς μὲν ἁπλῶς, ὡς πεφύκασι, βαδίζουσι καὶ φαιδροῖς καὶ προσέλθοι τις ἂν καὶ δεηθείη καὶ ἐπαγγείλειεν οὐδὲν ὀκνῶν, τοῖς δὲ πεπλασμένοις καὶ σκυθρωποῖς ὀκνήσειέ τις ἂν προσελθεῖν πρῶτον. 45.69οὐδὲν οὖν ἄλλʼ πρόβλημα τοῦ τρόπου τὸ σχῆμα τοῦτʼ ἔστι, καὶ τὸ τῆς διανοίας ἄγριον καὶ πικρὸν ἐνταῦθα δηλοῖ. σημεῖον δέ· τοσούτων γὰρ ὄντων τὸ πλῆθος Ἀθηναίων, πράττων πολὺ βέλτιον σὲ προσῆκον ἦν, τῷ πώποτʼ εἰσήνεγκας, τίνι συμβέβλησαί πω, τίνʼ εὖ πεποίηκας;



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 45.65 Dem. 45.68 (English) >>Dem. 45.71

Powered by PhiloLogic